Ευχή επί απειλεί πολέμου
Ευχή Καλλίστου Πατριάρχου. Επί απειλεῖ πολέμου
Κύριε, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ τῇ σοφίᾳ διοικῶν τὰ πάντα, ὁ δεσμεύων καὶ πάλιν ἐξάγων, ὁ ταπεινῶν καὶ αὖθις ἀνυψῶν, ὁ τοῖς μὲν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν, οὗ τὸ κράτει συνέχεται πᾶσα κτίσις, ὅση τε νοητή, καὶ αἰσθητή. Οὗ τὰ κρίματα ἄβυσσος πολλή, καὶ αἱ ὁδοὶ ἀνεξιχνίαστοι, οὗ τὸ πνεύματι πάντα ἄγεται. Οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ζώντων, ᾧ ὑπείκει τὰ ἄστρα, ᾧ πάντα ὑποτέτακται, ω πᾶσα δουλεύει κτίσις, Ὃν αἱ νοεραὶ πᾶσαι δυνάμεις τρέμουσι καὶ ἀλήκτοις δοξολογίαις γεραίρουσι. Ὃν τὰ σύμπαντα φωναῖς ἀλαλήτοις ὑμνεῖ. Σὺ τοίνυν νοητὲ δικαιοσύνης ἥλιε, Θεὲ ἀληθινέ, Ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, εὐμενεῖ καὶ ἱλεῳ ὄμματι ἔπιδε ἐπὶ τὸν λαόν Σου τὸν ἡμαρτηκότα καὶ ἀπεγνωσμένον καὶ κατάπεμψον ἐπ’ αὐτοὺς τὰ ἐλέη Σου τα πλούσια. Φεῖσαι τῆς κληρονομίας Σου, φεῖσαι τοῦ λαοῦ Σου, φεῖσαι τοῦ ἀμπελώνος, ὃν ἐφύτευσεν ἡ δεξιά Σου. Τὴν ἔμφυτον ἀγαθότητα καὶ τὴν Σὴν ὑπὲρ ἡμῶν ἔχων ἱκετεύουσαν. Μνήσθητι τοῦ αἵματος τῶν δούλων Σου τοῦ ἐκκεχυμένου, μνήσθητι τῶν ἁγίων Σου θυσιαστηρίων, ἃ βεβήλοις ποσὶν ἐπατήθησαν, καίγε πυρὶ παρεδόθησαν. Μνήσθητι τῆς ἐλεεινῆς ἡλικίας, τῆς αἰχμαλωσίαν ἀσεβέσι παραδοθείσης, καὶ τὴν μὲν πατρῶαν εὐσέβειαν ἀνοήτῳ γνώμῃ ἐξομωσαμένης, τῷ διαβόλῳ ἐπιγραψαμένης, καὶ στῆσον ἤδη ῥάβδον ἁμαρτωλῶν κατὰ κλήρου δικαίων ἀφιεμένην. Μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, καὶ διὰ ἄφατον ἔλεον τὸν ὑπερεκχυνόμενον ἐκ τῆς Σῆς ἀγαθότητος. Καὶ δὸς δὴ τῷ φιλοχρίστῳ βασιλεῖ ἡμῶν ἄνεσιν τῶν κατεχόντων τούτων ἀνιαρῶν, καὶ ἀπαλλαγὴν τῶν ἐμφυλίων θορύβων καὶ στάσεων. Ἐνίσχυσον αὐτοῦ τὸν βραχίονα καὶ τοὺς ἐπανισταμένους αὐτῷ ὑπόταξον καὶ σύναψον αὐτοῦ τὰ στρατεύματα εἰς μιαν ὁμόνοιαν καὶ εἰρήνην καὶ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτῶν ἐχθρῶν ἀνώτερον αὐτον διατήρησον. Ἄγγελον αὐτῷ ἐξ ἁγίου κατοικητηρίου Σου κατάπεμψον φύλακα, σαφῶς προπολεμοῦντα τοῦ Σοῦ βασιλέως, ἀστασίαστον ἐν βαθείᾳ γαλήνῃ τὴν βασιλείαν αὐτῷ δώρησαι, ὡς ἄν τὸ Σὸν ἅγιον ἔθνος ἐν τῇ γαλήνῃ αυτου ἥρεμον καὶ ἡσύχιον βίον διάγῃ, καὶ πᾶσαν ἄλλην ἐπεγειρομένην κατ’ αὐτοῦ ταραχήν, καὶ ἐπιβουλὴν τῇ ἀμάχῳ δεξιᾷ διασκέδασον, καὶ ἀνεπιβούλευτον καὶ μακρὰν αὐτῷ τὴν ζωὴν χάρισαι. Πρεσβείαις τῆς πανυπερενδόξου ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἀΰλων λειτουργῶν καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων. Ἀμήν.
Comments
Post a Comment